Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 58.39 Dem. 58.42 (English) >>Dem. 58.45

58.41ὅλως δʼ ἔγωγε οἶμαι δεῖν ὑμᾶς, ἄνδρες δικασταί, ὑπὲρ αὐτοῦ τοῦ πράγματος σκεψαμένους, εἰ μὲν δίκαια λέγω καὶ κατὰ τοὺς νόμους, βοηθεῖν μοι, μηδὲν ὑπολογισαμένους εἰ μὴ Δημοσθένης ἐστὶν κατηγορῶν, ἀλλὰ μειράκιον, μηδὲ νομίζειν κυριωτέρους δεῖν εἶναι τοὺς νόμους, ἂν εὖ τις τοῖς ὀνόμασι συμπλέξας αὐτοὺς τούτους ὑμῖν παράσχηται, τῶν ὅπως ἔτυχεν λεγόντων, ἀλλὰ τοὺς αὐτούς, καὶ τοσούτῳ μᾶλλον τοῖς ἀπείροις καὶ τοῖς νέοις βοηθεῖν, ὅσῳπερ ἂν ἧττον ἐξαπατήσειαν ὑμᾶς. 58.42ἐπεὶ διότι τοὐναντίον ἐστίν, καὶ οὐχ οὗτος, ἀλλʼ ἐγὼ κατεστασίασμαι, καὶ φησάντων τινῶν μοι συναγωνιεῖσθαι προδέδομαι διὰ τὰς τούτων ἑταιρείας, ἐκείνως δῆλον ὑμῖν ἔσται. καλείτω κῆρυξ οὗτος τὸν Δημοσθένην· οὐκ ἀναβήσεται. τὸ δʼ αἴτιόν ἐστιν, οὐ τὸ ἐμὲ ὑπό τινων πεπεισμένον ἐνδεῖξαι τουτονί, ἀλλὰ τοῦτον καὶ τὸν ἄρτι καλούμενον διαλελύσθαι. καὶ τοῦθʼ ὅτι ἐστὶν ἀληθές, ἀναγκάσω μὲν μαρτυρεῖν καὶ Κλεινόμαχον τὸν συναγαγόντʼ αὐτοὺς καὶ Εὐβουλίδην τὸν ἐν Κυνοσάργει παραγενόμενον· 58.43οὐ μὴν ἔλαττόν γε τούτου σημεῖον ὑμῖν, ἀλλὰ μεῖζον παρασχήσομαι διότι τοῦτʼ ἔστιν ἀληθές, πάντες ἀκούσαντες ὁμολογήσετε. Θεοκρίνης γὰρ οὑτοσὶ τοῦτον διώκων παρανόμων, τὸν μιαρόν, ὡς αὐτίκα φήσει, καὶ τῶν νῦν αὐτῷ κακῶν αἴτιον, φανερῶς ἀφῆκε τῆς γραφῆς, ἐφʼ δέκα τάλαντα ἐπεγράψατο τίμημα. πῶς; οὐδὲν καινὸν διαπραξάμενος, ἀλλʼ ὅπερ ἕτεροί τινες τῶν ὁμοίων τούτῳ. τὸν μὲν Δημοσθένην τις ὑπωμόσατο καλουμένης τῆς γραφῆς ὡς νοσοῦντα, τὸν περιιόντα καὶ λοιδορούμενον Αἰσχίνῃ· τοῦτον δʼ οὗτος τὸν ἐχθρὸν εἴασεν, καὶ οὔτε τότε ἀνθυπωμόσατο οὔθʼ ὕστερον ἐπήγγελκεν. ἆρʼ οὐ περιφανῶς οὗτοι φενακίζουσιν ὑμᾶς τοὺς προσέχοντας τούτοις ὡς ἐχθροῖς; λέγε τὰς μαρτυρίας.Μαρτυρίαι



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 58.39 Dem. 58.42 (English) >>Dem. 58.45

Powered by PhiloLogic